γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρηεἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείηνκαὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃεὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲναἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,ἀλλʼ ἐς ὅσον ζώουσι τὰ γὰρ κενὰ κύδεα φωτῶνψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεταιἡ δʼ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.οὕτως οὔτε Πλάτων βρενθύεται οὔτʼ [ἄρʼ] Ὅμηροςχρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,ἀλλʼ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.