ἐν δʼ ἄρʼ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν,φοίνισσάν τε νέην κύπρον ἀπʼ Ἀντιπάτρου·καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον,ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενονἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγριʼ ἀρούρης,Σικελίδεὼ τʼ ἀνέμοις ἄνθεα φυόμενα.ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνοςκλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενονἄστρων τʼ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεωςφοίνικος κείρας πρωτογόνους ἕλικας,λωτὸν τʼ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξαςΦαιδίμου, Ἀνταγόρου τʼ εὔστροφον ὄμμα βοός,τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆἕρπυλλον, κυάμων τʼ ἄνθεα Φανίεω,ἄλλων τʼ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δʼ ἅμα Μούσηςκαὶ σφετέρης ἔτι που πρώιμα λευκόια.ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταιςκοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρουΠιερίης κείρας πρωτοφύτους κάλυκας,καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξατοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε,γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβοςΚριναγόρας λάμψει δʼ ὡς βότρυς Ἀντίφιλος,Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος·μύρτα δʼ ὁ Παρμενίων· ὡς ῥόδον Ἀντιφάνης·κισσὸς δʼ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ·Ἀντίγονος δʼ ἐλάη, καὶ Διόδωρος ἴονΕὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺςεἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένουςἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι·λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλωνπολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα