Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν;ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖμναμόσυνον ταύταν ἐξεπόνησε χάριν,πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦςλείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα·νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων,καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·σὺν δʼ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶρινΝοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·τῇ δʼ ἅμα καὶ σάμψυχον ἀφʼ ἡδυπνόοιο Ῥιανοῦ,καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλονἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,Τύμνεὼ τʼ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρονΝικίου, Εὐφήμου τʼ ἀμμότροφον πάραλονἐν δʼ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτονΚαλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,λυχνίδα τʼ Εὐφορίωνος, ἰδʼ ἐν Μούσαις κυκλάμινον,ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.τῇσι δʼ ἅμʼ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,Πέρσου τʼ εὐώδη σχοῖνον ἀμησάμενος,σὺν δʼ ἅμα καὶ γλυκὺ μῆλον ἀπʼ ἀκρεμόνων Διοτίμου,καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννουτέρμινθον, βλωθρὴν τʼ ἀχράδα Σιμμίεω·ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνουβαιὰ διακνίζων ἄνθεα Παρθενίδος,λείψανὰ τʼ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·ἐν δʼ ἄρʼ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα,νέκταρος, εἰς δʼ ἐλέγους ἄσπορον ἀνθέμιονἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθηςἈρχιλόχου, μικρὰς στράγγας ἀπʼ ὠκεανοῦ·τοῖς δʼ ἅμʼ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης,ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.