χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσαςἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν,τοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων.Χρύσης δʼ αὖθʼ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲνσκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳστέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,Ἀτρείδην ἱκέτευε· βαθὺς δὲ οἱ ἤνθεε πώγων,καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.Καῖσαρ δʼ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμηνἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων,οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναιςδείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.ἄλλην δʼ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνηςαὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.ἵστατο δʼ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθʼ ὅλος ἀνήρ,οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρονΚύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη·σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.παρθενικὴ δʼ Ἤριννα λιγύθροος ἕζετο κούρη,οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλʼ ἐνὶ σιγῇΠιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.μήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίηςἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,ὥς ποτε δινήεντος ἐπʼ Εὐρώταο ῥοάωνμυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδωνἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.Ἠγασάμην δʼ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷχαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις,ἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ