μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃκοσμηθεὶς Πολύειδος· ἀπὸ στομάτων δὲ τινάξαιἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνηδεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆςεὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλʼ ἔτι χορδῆςἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷσυγκεράσαι μέλος ἡδύ· σὲ δʼ ἂν καὶ χαλκὸς ἀναυδὴςαἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός· ἐν δὲ μενοινῇδαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.Θεστορίδης δʼ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας,οἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν,ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷδειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειντεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη·γυμνὸν γάρ μιν ἔτευξεν ὁ δʼ ὑψόσε φαίνετο λεύσσων,οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.ἧστο δʼ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰσοπίσω μὲνβόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης·γυμνὸν δʼ εἶχε μέτωπον ἀναστέλλουσα δʼ ὀπωπὰςεἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.ἐγγύθι δʼ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτηςγυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,καὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζωνδῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο ΣαπφὼΛεσβιάς, ἠρεμέουσα· μέλος δʼ εὔϋμνον ὑφαίνεινσιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.Φοῖβος δʼ εἱστήκει τριποδηλάλος· ἦν δʼ ἄρα χαίτηςεἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλʼ ἐνὶ χαλκῷγυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλωνγυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης,ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρΦοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴφαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,