σημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρουεἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης.κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆοςἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων,δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.ἵστατο δʼ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάωνθέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,ἀλλʼ ὃν Θρηικίῃσι παρʼ ᾐόσι γείνατο μήτηρΜοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴνἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνοςπνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε ῬώμηςΘυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.