εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναιςὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ·πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων,καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης,μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.Ἀμφιτρύων δʼ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃστεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·ἀλλʼ οὐ μάντις ἔην Ταφίης δʼ ἐπὶ σήματι νίκηςστέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις,Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης,Θουκυδίδης δʼ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαιοἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνωνδεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδωνΣπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων,Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.οὐδʼ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼνἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.Θήβης δʼ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλωνἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος,καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαικηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.Ξεινοφόων δʼ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων,εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρηνσυγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.ἵστατο δʼ Ἀλκμάων κεκλημένος οὔνομα μάντις·ἀλλʼ οὐ μάντις ἔην ὁ βοώμενος, οὐδʼ ἐπὶ χαίτηςδάφνης εἶχε κόρυμβον· ἐγὼ δʼ Ἀλκμᾶνα δοκεύω,ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,Δώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων.καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας,