ἵστατο θεῖος Ὅμηρος· ἔικτο μὲν ἀνδρὶ νοῆσαιγηραλέῳ· τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷπλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳαἰδοίῳ τε φίλῳ τε· σέβας δʼ ἀπελάμπετο μορφῆς.αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυςχαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δʼ ἀκουὰςπλαζόμενος κεχάλαστο· κάτω δʼ εὐρύνετο πώγωνἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦενὀξυτενής, ἀλλʼ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνωνστήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.γυμνὸν δʼ εἶχε μέτωπον, ἐπʼ ἀπλοκάμῳ δὲ μετώπῳἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δʼ ἄρʼ ὀφρῦςἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.ἀλλʼ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω,τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείηφέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί,γήραϊ ῥικνήεντι κατάσχετοι ἀλλʼ ἐνὶ κείναιςαὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς·Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲχεῖρας ἐπʼ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ,οἷά περ ἐν ζωοῖσιν ἑὴν δʼ ἔκλινεν ἀκουὴνδεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν,ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δʼ ἄρα θυμῷσκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθαἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδηςἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων,οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνοςἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνωνθυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.