σπέρμα Διὸς σήμαινεν ἀπʼ ἀμφοτέρης γὰρ ὀπωπῆςμαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος,καὶ τρίτος ;εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοιςἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,χαλκῷ κόσμον ἄγουσα· θεὸς δʼ ἐτίταινεν ὀπωπήν,οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖςκεστὸς ἕλιξ κεχάλαστο, χάρις δʼ ἐνενήχετο κεστῷ.αἰχμητὴς δʼ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,γυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσεινδεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,σχήματι τεχνήεντι· μόθου δʼ ἀπέπεμπεν ἀπειλὴνθάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶγνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲδεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδηδεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴνχεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς,οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσηςἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστηνΑὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.Φοίβου δʼ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρηἌρτεμις, ἀλλʼ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρηνἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δʼ ἐπὶ γούνωνπαρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα,καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆςἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλʼ ἄρα μούνηςφωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρἐργοπόνος χάλκευσε παρʼ ἐσχαρεῶνι θαάσσων,ἀλλʼ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνηεἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳαὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.σύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς