Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύωνΚεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲνἱερὸν εἶδος ἔφαινεν, ἔοικε δὲ θέσπιδος ὀμφῆςσιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων.Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλʼ ἔτι δεινὴνοὔπω μῆτιν ἔπαυσε κατʼ Ἀργείων στρατιάων.Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτηςἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκεισκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.Λάμπων δʼ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι·οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦτειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰςχεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷκόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.ἔστενε δʼ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτηνστέμματι δαφναίῳ· κρυφίην δʼ ἐλέλιζεν ἀνίην,θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβηἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασινμαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου·εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.εἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆςκοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτηνεἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοιςβόστρυχον αὐτοέλικτον· ἕλισσε δὲ μάντιν ὀπωπήν,οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων.γυμνὸς δʼ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,μήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆςἄνθεσι πατρῴης· πλοκάμους δʼ ἐσφίγγετο μίτρῃ·οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆοςθαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲνφρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοιςοἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταιςεἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλʼ ἐνὶ μορφῇ