πένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσαςληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆοςεἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίηνἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρωνἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης,Ἠγασάμην δʼ Αἴαντα, τὸν ὀβριμόθυμος ὈιλεὺςΛοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦενἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·γυμνὸν δʼ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲβεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷζήλῳ θυμὸν ἔδουσα, Πάριν δʼ ἐδόκευε λαθοῦσαὄμματι μαινομένῳ κρυφίην δʼ ἤγγειλεν ἀπειλήν,δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην,αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δʼ ὀπωπὴνπλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ πουΟἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων,γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσωνπυγμαχίης δʼ ὤδινε φόνον διψῶσαν ἀπειλήν.ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρεἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,εἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλωνοὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαιοὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπηςἔπνεεν ἠνορέης· λάσιος δὲ οἱ εἵλκετο πώγων,καὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί,καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖςμυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντεςτρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων,εὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι,καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.