οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω,οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες ἈχαιῶνΔαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην,ἦν δʼ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλʼ ἐπὶ νίκῃγηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷδερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.ἠγασάμην δʼ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,ἀλλʼ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δʼ ἐνὶ θυμῷκαγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσαςᾗσι δολοφροσύνῃσι. σὺ δʼ Ἕκτορος ἔννεπε μῆτερ,τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβεινἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνηἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης·ἀλλʼ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω,οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνηςἈνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσανπατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳπήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοιπένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλωνἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆςδάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη,ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.Κασσάνδρην δʼ ἐνόησα θεοπρόπον, ἀλλʼ ἐνὶ σιγῇμεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης.,οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.Πύρρος δʼ ἄλλος ἔην πτολιπόρθιος· οὐκ ἐπὶ χαίτηςἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,ἀλλʼ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνηνδεξιτερὴν δʼ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης,λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων.εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκηχαλκῷ ἐν ἀφθόγγῳ ;κεκρυμμένα δάκρυα λείβειν;πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλʼ ἐνὶ θυμῷ