ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλʼ ἐν Ὀλύμπῳἐνδιάειν ἐδόκευε, φύσιν δʼ ἐβιάζετο χαλκοῦ,πλημμύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.Στησίχορον δʼ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖαΣικελικὴ μὲν ἔφερβε, λύρης δʼ ἐδίδαξεν Ἀπόλλωνἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα·τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντοςἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼνλάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης,ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης·αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους,εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών.Ἡρακλέης δʼ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,μῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων,γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δʼ αὐτοῦΠαλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείραςκρηδέμνῳ συνέεργεν· ἑὰς δʼ ἀνετείνετο χεῖρας,οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην,Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίηςΤρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπωνΑἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖςἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς,θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖςἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφηςἌρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις,οὔθʼ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴςφαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρωνδεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνηςἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν.Ἀνδρομάχη δʼ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη,