Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳπερθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δʼ ἐπὶ κόσμῳδόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκωνδριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲφάσγανον ὑψόσ’ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.Κεκροπίδης δʼ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,Αἰσχίνης· λασίης δὲ συνείρυε κύκλα παρειῆς,οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσινστείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δʼ ἐκείνουἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲχεῖρε περιπλέγδην συνεέργαθεν, οὐδʼ ἐνὶ χαλκῷἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλʼ ἔτι βουλὴνσκεπτομένῳ μὲν ἔικτο· συνιστάμεναι δὲ παρειαὶἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν,καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναιςπειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.ἀλλʼ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴνἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,οἷα κατʼ εὐόπλων τεθοωμένος Ἠμαθιήων.ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνηχαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς.ἵστατο δʼ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,λάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις,ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαιοἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντιςστεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.Ἡσίοδος δʼ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαιςφθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δʼ αὐτοῦ