πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους.ἴχνια ῥιζώσας κίονι διχθάδια·λιμῷ δʼ ἀμβροσίᾳ τρέφεται καὶ ἀπήμονι δίψῃ,υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν,Νείλου δʼ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας·εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπωνκείνῳ δʼ ἐσβέσθη δύναμις πυρός· ἀλλὰ καὶ ἔμπηςνικηθεὶς νίκην ἤνυσα θειοτέρην.ὤ πάντων ἐπέκεινα — τί γὰρ πλέον ἄλλο σε μέλψω;πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω;πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ λόγῳ περιληπτόν,Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός·ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.μάρτυρος Ἀκακίοιο, Ἀλεξάνδρου θʼ ἱερῆοςἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,ὑπʼ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,πάρεστι δούλη, προσκυνεῖ δʼ ἑνὸς τάφον,ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμοντέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός·κάτω μὲν ἠνθρώπιζεν ἦν δʼ ὡς ἦν ἄνω.ἔλαμψεν ἀκτὶς τῆς ἀληθείης πάλιν,καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρωνηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,καὶ πίστις ἀνθεῖ καὶ πλατύνεται χάρις.ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένοςλάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους,καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.τῆς εἰσόδου δʼ ὕπερθεν, ὡς θεία πύλη,στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος,ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποισὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίονκύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου,νόες, μαθηταί, μάρτυρες, θυηπόλοι,ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον,