ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους,οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας,μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων,ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις.Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφωεἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας.Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι,καὶ τῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις,Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας,βαιὸν ἀμειβόμενος τήνδʼ ἀνέθηκε βίβλον.Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρηνστέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις.ἦν ὅτε Χριστὸς ἴαυεν ἐπʼ ὁλκάδος ἔμφυτον ὕπνον,τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταοςδείματί τε πλωτῆρες ἀνίαχον “ἔγρεο, σῶτερ·ὀλλυμένοις ἐπάμυνον.” ἄναξ δὲ κέλευεν ἀναστὰςἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων,σεῦε νόον πρὸς μόχθον ἑκούσιον εὐσεβίης γὰρἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν.νεύμασι θεσπεσίοις μετάρσιοι ἤλυθον ἄρδην,ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸςκεκλόμενοι, μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,οἱ μὲν ἀπʼ ἀντολίης, οἱ δʼ ἑσπερίοισιν γαίης,ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δʼ ἀπʼ ἀρκτῴων,διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.σοί, μάκαρ, ἐκ σέο δῶκα τάπερ πόρες ἄμμιν ἄρηι.τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆιπιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων.νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος,καὶ μʼ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος,ἄνθετο καὶ βασιλῆι, καὶ υἱέι παμβασιλῆος,Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης.ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος,Ἰουστινιανοῦ τε μεγασθενέος στρατιάρχου,λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου·τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἄραςτὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν.μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ,