ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην.πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμαεὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων.Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσακάτθορεν ἐξ ὕψους σώματος οὐ καθαροῦ.τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα,νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος.εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν,πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δʼ ἐκ νεκύων.τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντωνἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον.ἐν νῷ ἔχων πέφρικα πατὴρ τίνος ἔκλυε Δαβὶδοὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον.οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦἔσταλται νοέεις, ὄφρα τέλεια βλέποις;οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφηνσῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών.τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰθαύματος, εἰ Χριστοῦ πνεῦμά σ’ ἔχει, νοέεις.βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου,ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει.πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων,ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας.Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην,φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην.ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπενπρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.καὶ λαλέοντος ἄκουσε Λόγου καὶ πέφραδεν αὐτὸςπρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσαςεἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάνταΜατθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου.ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦπυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς.οὐ κατʼ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸνὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος.παρθενίην Βασίλειος Ἰωάννου σοφίην τεἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ.οἰκτίρμων Οἰκτίρμων Πολύκαρπος ὃ καὶ θρόνον ἀρχιερῆος