ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.πατρὸς ἀπʼ ἀθανάτοιο μεγασθενὲς ἤλυθε πνεῦμα,υἱὸς ἐπεὶ βαπτίζετʼ Ἰορδάνου ἀμφὶ ῥέεθρα.Ἀδὰμ ἦν ζοΧριστὸς ἔφη, πρόμολʼ ὧδε· καὶ ἔλλιπε Λάζαρος ᾅδην,αὐαλέῳ μυκτῆρι πάλιν σόον ἆσθμα κομίζων.ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός·Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει.τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου,χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακταπώλῳ ἐφεζόμενον, καὶ ἐς πάθος αἶψα κιόντα.ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμαΧριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη.πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα,πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίηνπαρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν.ἵλαθι τῆς καθαρῆς δέσποτα παρθενίης.Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας·μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν ᾍδην.ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμαἀμνοῦ ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι.εἷς πόκος ὄμβρον ἔχει λεκάνῃ δρόσον ὤπασεν αὐτός,ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια.Αἰγυπτίη, κρύφιόν τε βρέφος, καὶ ἐγγύθεν ὕδωρ·ἃ προτυποῖ μούνοις εὐσεβέεσσι Λόγον.τὸν ἈμαλήκΣταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ;ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ,νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος.λάρνακι χρυσείῃ ῥόος εἴκαθεν. ἵλαθι, Χριστέσὸς τύπος ἡ λάρναξ, τῇδε λοεσσομένου.ἐξ ἐθνῶν καὶ Ἄγαρ· τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ;ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε.ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰςΧριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων.Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίηννοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος;Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνονὡς τίς ἐὼν παρέχεις; ὡς τύπος ἀτρεκίης.μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε