ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο·ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσωνθυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ·οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλʼ ἐν ἑαυτῷτὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνηχρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῷ,Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα,αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείηςἐλπίδας ἰθύνων ἐσσομένου βιότου.ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε·ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρουκαὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτωντῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρχρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρηνπαρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζωνοὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις,οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονε.οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων,οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε·ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸςἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις;Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη·υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶδε προφήτηςσὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα,