σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγὴνεἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων.ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων,αἰθερίων μεδέων, εἰναλίων, χθονίων,δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι , Μαρίνῳδὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίας.Σύνθρονε καὶ συνάναρχε τεῷ πατρί, πνεύματί τʼ· ἐσθλῷ,οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων,τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις,ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι.χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσωνἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην,δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι.ὑψιμέδων Θεοῦ υἱέ, φαοσφόρον ἀίδιον φῶς,σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί,ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις.Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων,πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων,μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων,σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις.χριστέ, Θεοῦ σοφίη, χάριν ὤπασον εὐεπιάων,καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον,ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος,φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης.χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο.ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις.Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι.χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν.χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸςχριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων,ἐσθλὰ δίδου χατέουσι, τὰ δʼ οὐ καλὰ νόσφιν ἐρύκοις,.Παμμεδέοντα, ἄνασσα, Θεοῖο, γόνον τεόν, υἱόν,ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα,πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέουσα,ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα.ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖταιἢ δέμας ἢ κραδίην τειρομένων μερόπωνκαὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγειοὔνομα σόν, Μιχαήλ, ἢ τύπον, ἢ θαλάμους.ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον ἀλλὰ καὶ εἰκὼν