ἔδει γενέσθαι δευτέραν Θεοῦ πύληντῆς παρθένου τὸν οἶκον, ὡς καὶ τὸν τόκονκιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα,οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους,ἀλλʼ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη.ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων,καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτωνὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις,βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων.ἐνταῦθα νικήσασα τοὺς ἐναντίους,ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσ’ ὕδωρ·τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην,Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους,αὕτη τεκοῦσα παρθένος πάλιν μένει·καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίονθεός, θελήσας προσλαβέσθαι σαρκίον.πέτρα τρισμακάριστἐ θεόσσυτον αἷμα λαχοῦσα,οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει,καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι.