τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρωνδῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδοςμητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,κόσμον ἀεξήσασα παλαίτερον. ὧδʼ ἐμὸν ἔργον.κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον ἀλλʼ ἐπὶ μορφῇτῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην.οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴνξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον εὖτʼ ἐμὸν ἔργον,καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλοςτόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴνεἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλονοὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργονἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνηςεὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περκῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργωνἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκηςἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή,ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτονκαὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίωνστήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,ὄργια δʼ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,αἰθέρος ἀμφιβέβηκας ἐφʼ ἑπτάζωνον ὀχῆα,ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσωνἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων.Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ,αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ,ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ·πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου,ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο,