ἐχθρὸν δὲ τοῦτον συμφοραῖς βεβρεγμένον.βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλουκυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο·ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴνἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρηςκρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·ἠδʼ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸνπαρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρονὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδαςνήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτονὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβʼ ἑταίρους·ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,νούσους τʼ ἐξελάσας στυγερὰς βλεφάρων τʼ ἀλαωτύν,ἠδʼ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺςἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·ἠδʼ ὅσσους μοίρῃσιν ὑπʼ ἀργαλέῃσι δαμένταςἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου·ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμινὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοιὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι·ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσωἤγαγεν ἀχράντοισιν ὑπʼ ἐννεσίῃσι τοκῆος,ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον,ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου·ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις,φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας·ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοιτὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχεινἐνταῦθα πολλὰς κοσμικὰς περιστάσειςὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει·οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει,αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνον,ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας.