τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου,Χριστοῦ δὲ μητρός, χριστοκηρύκων τύπους,καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνοςτῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ,κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων,ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην,ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων.οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο,τέσσαρα ,γράμματʼ ἔχων εἰς τέσσαρα κλίματα κόσμου·Ἄλφαγὰρ ἀντολίης ἔλαχεν δύσεως δὲ τὸ δέλτα,ἄλφα πάλιν δʼ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν.Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς Παρθένουβασίλειός τε σὺν, Κωνσταντίνῳ Λέων.ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον,τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύειςπηγὴν νοητὴν κρειττόνων χαρισμάτων.ὁ νεκρὸς Ἅδης ἐξεμεῖ τεθνηκότας,κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου.λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον,σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου.ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφοςπαλαιός ἐστι δημιουργὸς τῶν χρόνων.Προοιμιάζει κοσμικὴν σωτηρίαν,εἰπὼν τὸ Χαῖρε ταῖς γυναιξὶ δεσπότης.παρθένος υἱέα τίκτε· μεθʼ υἱέα παρθένος ἦεν.χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο,δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχωνΔέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο,δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων.ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος,Χριστὸς γὰρ ἦλθεν ἡ πανόμματος χάρις·ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίανἐχθρὸς κάκιστος, πνευματώσας τὸν σάλον,ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχειτὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος·ἀλλʼ, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης,σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας,τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας,