ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης·ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρωνπάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺςεὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,εὐσεβίης ἀλέγουσα; μόνη δʼ ἱδρῶτι δικαίῳἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζεινπᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆαςφαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις,ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαινηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνηςεὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;ποῖος δʼ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴνεὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρεςσοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλουςλήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχειοὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρωνπᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,προφρονέως ἐρύεσθε σὺν υἱέι, τοῖό τε κούραις·μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,ἣ μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα Ῥώμης,καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον