εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδʼ ἐβιήσατο μούνη,καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼνοὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγληνοἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκωνοἷος δʼ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,ἀρρήτως Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς,τῇ καὶ τῇ πλευρῇσι· μέσης δʼ ἑκάτερθε πορείηςκίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτεςχρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης.κόλποι δʼ ἀμφοτέρωθεν ἐπʼ ἀψίδεσσι χυθέντεςφέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·τοῖχοι δʼ ἀντιπέρηθεν ἀμετμήτοισι κελεύθοιςθεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρηςἀλγλαΐην ἔκλεπτε, Θεοῦ δʼ ἐφύλασσε μελάθροις,δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔραςὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπʼ ἄλλῳ,ἔνθʼ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆςἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην,καὶ Τριάδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας.τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων,καὶ σφετέρου βιότοιο, καὶ ἐσσομένων καὶ ἐόντων.τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρωσοφία τὸ δῶρον. χριστέ, προσδέχου τὰ σά,καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου,νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων.εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη·πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσατεύξατο καὶ μʼ ἀνέθηκε Θεῷ ζωάγρια μόχθωνΘευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνηςΠλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·̓·εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,