ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόναςἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸςπάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις,μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸντοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον·ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύωνκρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲτῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην,πόντῳ ἐπαΐξας, θήκαο φαιδροτέρην.Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνωνγήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲαἰεί σοι γεραρὴν τελέει χάριν ὥστε καὶ ἄλληνεὗρε, καὶ ἐν νηῷ σ’ ἀνεθήκατο, τὸν κάμες αὐτός.Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρωντοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸνΠέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζωναὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν,ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμονεὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστὶν ἑλέσθω,τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸνἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν,πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτουἀλλʼ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ,οὐ κτεάτων χατέουσα — τίνος βασίλεια χατίζει; —ἀλλʼ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθληνκαλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.