ἡ δʼ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσαγλώσσῃ σημαίνει θλιβομένην κραδίην.Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἄρτι τέθηλενοὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δʼ ὑπὸ τέχναςκαὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο;ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα,καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην·Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάωνἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ,Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν.οὗτος ὁ πανδαμάτωρ, ὁ παρʼ ἀνδράσι δωδεκάεθλοςμελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης,οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει,νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ.χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆθυμὸν ὁρῶν, βλοσυρόν τʼ ἀνδρὸς ἐπισκύνιον,ζήτει δέρμα λέοντος ἐπʼ εἰκόνι· κἢν μὲν ἐφεύρῃς,Ἡρακλέης, εἰ δʼ οὔ, Λυσιμάχοιο πίναξ.οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι,τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο,βοῦν ἀρότην ἕλκοντα, καὶ ἀντανύοντα κορύνην·ἀλλʼ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην.ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴνἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης.οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳνυκτί, καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον,κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθεἈλκείδη, τοίην εἰκόνα σου βλέπομεν.Ἀλκμήνης δʼ ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖςΘῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.Ἥρακλες, ποῦ σοι πτόρθος μέγας, ἥ τε Νέμειοςχλαῖνα, καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη;ποῦ σοβαρὸν βρίμημα; τί σ’ ἔπλασεν ὧδε κατηφῆΛύσιππος, χαλκῷ τʼ ἐγκατέμιξʼ ὀδύνην;ἄχθῃ γυμνωθεὶς ὅπλων σέο· τίς δὲ σ’ ἔπερσεν;ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.Ἥρη τοῦτʼ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπʼ ἄθλοις,ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα.