νῦν δὲ κατʼ ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼςΠεργαμίης, μεγάλους ῥύεο Τηλεφίδας.πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα,δεύτερον, ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδραν.τὸ τρίτον αὖτʼ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον.χρυσόκερων ἔλαφον μετὰ ταῦτʼ ἤγρευσε, τέταρτον.πέμπτον δʼ, ὄρνιθας Στυμφαλίδας ἐξεδίωξεν.ἕκτον, Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν.ἕβδομον, Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν.ὄγδοον, ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον.εἴνατον, ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους.Γηρυόνου, δέκατον, βόας ἤγαγεν ἐξ Ἐρυθείης.Κέρβερον, ἑνδέκατον, κύνʼ ἀνήγαγεν ἐξ Ἀίδαο.δωδέκατον, ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα.τὸ τρισκαιδέκατον, τοῖον λυγρὸν ἔσχεν ἄεθλονμουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.ὤλεσα τὸν Νεμέας θῆρʼ ἄπλετον, ὤλεσα δʼ ὕδρηνκαὶ ταῦρον, κάπρου δʼ ἀμφετίναξα γένυνζωστῆρʼ ἑλκύσσας, πώλους Διομήδεος εἷλονχρύσεα μᾶλα κλάσας, Γηρυόνην ἔλαβονΑὐγείας μʼ ἐδάη· κεμὰς οὐ φύγεν ἔκτανον ὄρνις·Κέρβερον ἠγαγόμην αὐτὸς Ὄλυμπον ἔχω.μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντοςπτήσσετε, ληινόμοι γειαρόται Νεμέης·ἦ γὰρ ὑφʼ Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν,αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις.ποίμνας ἐξελάσασθε· πάλιν μυκηθμὸν ἀκούοιἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης.καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷἭρης πρηΰνων μισονόθοιο χόλον.ἐκ Νεμέης ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα,πολλὸν ὁ μὲν θηρῶν λῷστος, ὁ δʼ ἡμιθέων.ἔρχονται δʼ ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντεςλοξὸν ὑπὲρ ζωᾶς ἀμφότεροι σφετέρας.Ζεῦ πάτερ, ἀλλʼ εἴη τὸν ἀπʼ Ἄργεος ἀνέρα νικᾶν,ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι.τί πρῶτον, τί δʼ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοιςθαυμάσομαι τέχνης ἀνέρος ἠδʼ ἐλάφου;ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει,εὐπτόρθων παλάμαις δραξάμενος κεράων·