καὶ συνελυσσήθη χεὶρ ἀνέρι, καὶ τὰ κεραστὰδάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.οὐκ ἀδαὴς ἔγραψε Κίμων τάδε· παντὶ δʼ ἐπʼ ἔργῳμῶμος, ὃν οὐδʼ ἥρως Δαίδαλος ἐξέφυγεν.ἁ τέχνα τὸν ἔλεγχον ἀπώλεσεν οὐδὲ δὲ γὰρ αὐτὰμανῦσαι δύναται τῷ πόρε τὰν κεφαλάν.Τοὐμπρασιῇ φύλακος μακρὰν ἀποτῆλε φύλαξαι.τοῖος, ὁκοῖον ὁρᾷς, ὦ παρʼ ἔμʼ ἐρχόμενεσύκινος, οὐ ῥίνῃ πεπονημένος, οὐδʼ ἀπὸ μίλτου,ἀλλʼ ἀπὸ ποιμενικῆς αὐτομαθοῦς ξοΐδοςἀχρείως γέλασόν με, τὰ δʼ Εὐκλείους πεφύλαξοσίνεσθαι, μὴ καὶ σαρδάνιον γελάσῃς.τέχνης πυρσὸν ὄπασσα φερέσβιον ἐκ δʼ ἄρα τέχνηςκαὶ πυρὸς ἀλλήκτου πήματος ὄψιν ἔχω.ἦ μερόπων ἀχάριστον ἀεί γένος, εἴ γε Προμηθεὺςἀντʼ εὐεργεσίης ταῦθʼ ὑπὸ χαλκοτύπων.χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου·ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην.δεῦρʼ ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρʼ ἴδε χαλκοῦτειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας.Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρηνἸαπετιονίδης ἄλγος ἄπαυστον ἔχει.οὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺνπολλάκι νεκταρέου πλησάμενος πόματος,νῦν λιβάδος θνητῆς ἱμείρεται· ἡ φθονερὴ δὲκρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη.πῖνε, λέγει τὸ τόρευμα, “ καὶ ὄργια μάνθανε σιγῆς·οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.”θλῖβε δρακοντείους περιμήκεας ὄβριμε δειρὰςἭρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρηςἄμπαυσον μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ, λέβητες,ἀλλʼ ὁδὸς εἰς αὐλὴν Ζηνός, ἔπαθλον ἔφυ.δέρκεο μυριόμοχθε τεοὺς Ἥρακλες ἀγῶνας,οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης·Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο,πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν,κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης,οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον.