οὐκέτʼ ἀνὰ Φρυγίην πιτυοτρόφον, ὥς ποτε, μέλψεις,κροῦμα διʼ εὐτρήτων φθεγγόμενος δονάκων,οὐδʼ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας,ὡς πρίν, ἐπανθήσει, νυμφογενὲς Σάτυρε.δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ,θνατὸς ἐὼν, θείαν εἰς ἔριν ἠντίασας.λωτοὶ δʼ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸνὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλʼ ἀίδαν.ὦ γαστὴρ κυνόμυια, διʼ ἣν κόλακες παράσιτοιζωμοῦ πωλοῦσιν θεσμὸν ἐλευθερίης.῀.ἵζευ ὑπὸ σκιερὰν πλάτανον, ξένε, τάνδε παρέρπων,ἇς ἁπαλῷ Ζέφυρος πνεύματι φύλλα δονεῖ,ἔνθα με Νικαγόρας κλυτὸν εἵσατο Μαιάδος Ἑρμᾶν,ἀγροῦ καρποτόκου ῥύτορα καὶ κτεάνων.ἔρχευ, καὶ κατʼ ἐμὰν ἵζευ πίτυν, ἃ τὸ μελιχρὸνπρὸς μαλακοὺς ἠχεῖ κεκλιμένα ζεφύρους.ἠνίδε καὶ κρούνισμα μελισταγές, ἔνθα μελίσδωνἡδὺν ἐρημαίοις ὕπνον ἄγω καλάμοις.Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσανφρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σύριγξθελγομένων ἄξει κῶμα κατὰ βλεφάρων,τίς γλύψας τὸν Ἔρωτα παρὰ κρήνῃσιν ἔθηκεν,οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι;ὁ πρὶν ἀεὶ Βρομίου μεμεθυσμένος οἰνάδι πηγῇ,σύντροφος εὐασταῖς, αἰγοπόδης Σάτυροςδιχθάδιον κατὰ κῶλον ἀλυκτοπέδῃσι λυγωθεὶςἔντεα παιδὶ θεᾶς χαλκοτορεῖ Θέτιδος,οὐ σοφὸν ἐκ τέχνας ἀσκῶν πόνον, ἀλλὰ πενιχρὰνἐργάτιν ἐκ μόχθων ῥυόμενος βιοτάν.ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων† πήγματα, καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε;τίς σε παρὰ σμίλαισι, ποδίκροτον ἅμμα καθάψας,θήκατο, τὸν Βρομίῳ σπάργανʼ ἑλιξάμενον;ἀσχήμων ἔνδεια, καὶ ἁ πάντολμος ἀνάγκα,ἅ με παρʼ Ἡφαίστῳ θῆκε μαριλοπόταν.πᾶν τὸ περιττὸν ἄκαιρον· ἐπεὶ λόγος ἐστὶ παλαιός,ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις,