θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.οὗτος ὁ κοσμήσας Ὑπάτων θρόνον, ὃν τρισέπαρχρνκαὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι,χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δʼ ἔργοντῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴβομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ.οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ·οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι,πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτωνεἴκελον, εὐκταίη μητέρος εὐτοκίη,πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλειαἦλθεν ἐποιήθης δʼ ἔργον ἀοιδοπόλων.Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲΦοῖβος ἔχει· παρὰ σοὶ δʼ ἀθρόα πάντα, Κότυ.οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην,οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο.εἴ τις μαρμαρυγὴν δύναται φαεθοντίδα γράψαι,μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδαβάσκανος ἡ γραφίς ἐσσι, καὶ εἰσορόωσι μεγαίρειςχρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη.εἰ δʼ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις,οὐδʼ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις.πᾶσα γραφὶς μορφῇσι χαρίζεται· ἀλλὰ σὺ μούνητῆς Θεοδωριάδος κλέψας ἀπʼ ἀγλαΐας.τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος, ἢ Στρατονίκης.Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης,ὠνητὴν φιλίην πᾶσι χαριζομένη·εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπʼ ἔρωτοςοἰστρηθεὶς Θωμᾶς τῇδʼ ἔθετο γραφίδι,δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσὶν ἶσα γὰρ αὐτῷκηρῷ τηκομένῳ κραδίη ἡ κραδίη.ἢ θεὸς ἦλθʼ ἐπὶ γῆν ἐξ οὐρανοῦ, εἰκόνα δείξων,Φειδία· ἢ σὺ γʼ ἔβης τὸν θεὸν ὀψόμενος.τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκαΧάρης ἐποίει πήχεων ὁ Λίνδιος.αἶαν Τιμομάχου πλέον ἢ πατρός, ἥρπασετέχνατὴν φύσιν ὁ γράψας εἶδέ σε μαινόμενον,