δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξηςκαὶ Ῥῆνος, δούλοις ἔθνεσι πινόμενοι.ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζεισῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος,πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην,καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον.ὑψόσ’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δʼ αἰεὶδεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶναχαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων.ἔστι δʼ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκωνστῆσεν Ἰουλιανός, μάρτυρα μηδοφόνον.τοῦτο παρʼ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχοςστῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι,ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος,Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε,ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετʼ ἀπείρονα γαῖαν,πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππονῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειανεἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθηνεἰμὶ δὲ βουπαλέος δῶρον ἀεθλοσύνης.Κύπριδος ἅδʼ εἰκών φέρʼ ἰδώμεθα μὴ Βερενίκας·διστάζω ποτέρᾳ φῇ τις ὁμοιοτέραν.Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα·Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσαςκυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου,Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμονΠιερίδων χρυσέην στῆσεν Ἀναστασίην.ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσωνὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου,κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης·τὸν δʼ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτονἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα,