ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορακαὶ στερρόγυιον, ὡς Ἄτλαντα δεύτερον,θαμβεῖς, ἀπιστῶν εἰ βρότειος ἡ φύσις.ἀλλʼ ἴσθι μʼ Ἡρᾶν Λαδικῆα πάμμαχον,ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν,Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιονλοιπῶν δʼ ἀέθλων ἢν ἐρευνήσῃς κράτος,καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.Λᾴδας τὸ στάδιον εἴθʼ ἥλατο, εἴτε διέπτη,δαιμόνιον τὸ τάχος, οὐδὲ φράσαι δυνατόν.οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα,Θῦμον, ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα,τοῖον ἐχάλκευσέν σε Μύρων, ἐπὶ παντὶ χαράξαςσώματι Πισαίου προσδοκίην στεφάνου.πλήρης ἐλπίδος ἐστίν, ἄκροις δʼ ἐπὶ χείλεσιν ἄσθμαἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων.πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξειἁ βάσις. ὦ τέχνη πνεύματος ὠκυτέρα.εἰκών, τίς σ’ ἀνέθηκε, τίνος χάριν, ἢ τίνι, λέξον.ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμηπρὸς δισσαῖς ἑτέραις, εἵνεκεν ἱπποσύνης.οὐ γὰρ ὃ γʼ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην,ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ.τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν ἀλλὰ καὶ αὐτὴνδήμου τὴν προτέρην παῦσε διχοστασίην.ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλʼ ἡ τέχνηθήκατο, καὶ μανίην ἐγκατέμιξε λίθῳ.ἴσχετε τὴν βάκχην, μή, λαϊνέη περ ἐοῦσα,οὐδὸν ὑπερθεμένη, νηὸν ὑπεκπροφύγᾐ.οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαιΒάκχην αἰδομένην στήσατο λαοτύποςοὕτω γὰρ προνένευκεν· ἔοικε δʼ τοῦτο βοώσῃ·ἔξιτε· καὶ παταγῶ, μηδένος ἱσταμένου.τίς ἀδε; βάκχα. τίς δέ μιν ξέσε; Σκόπαςτίς δʼ ἐξέμηνε, Βάκχος, ἢ Σκόπας; Σκόπας.Ἀντολίαι, δύσιες, κόσμου μέτρα· καὶ τὰ Νέρωνοςἔργα διʼ ἀμφοτέρων ἵκετο γῆς περάτων.ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσανκείνου, Γερμανίην δʼ εἶδε κατερχόμενος.