αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου,πλοῦτον ἀεξήσας, ἀλλὰ μετʼ εὐσεβίης.εὔγνωμον τὸ πόνημα· τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν,εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον,οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις,ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην.Δαμόχαρι, κλυτόμητι δικασπόλε, σοὶ τόδε κῦδος,ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ,ἐσσυμένως πονέων, αὖθις πάλιν ἐξετέλεσσας.πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει,οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγοςἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας,ἱππολύτης δʼ ἐκέδασσας ὁμόγνια πήματα χάρμης.ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντεςχρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν,εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα.Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμοςστῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα,Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.Πρόκλος ἐγὼ Παύλου, Βυζάντιος, ὃν περὶ δῶματηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή,ὄφρʼ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος.ἀγγέλλει δʼ ὅδε χαλκὸς ὅσον γέρας ἐστὶν ἀέθλων.καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι·ἐν δʼ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω·σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα,Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστʼ ἄρα νήσωνκαὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι,οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον.τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον, οὐχ ἵνα λεύσσῃςὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ,ἀλλʼ ἵνα σοὶ τὸν ἄεθλον ὃν ἐξεπόνησε μαθόντι,ὧ ʼγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας.οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δʼ ἀγῶνιἅλικα νικήσας, ὁπλότερον, πρότερον.