ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.ἴουλον ἀνθῶν πρῶτον οὗτος ἡνίαςΠορφύριος Κάλχαντος εἷλκε Βενέτου.ἐκπλήττομαι δὲ πῶς γράφει χεὶρ ἐμπνόουςτούτου τις ἵππους. ˘ καὶ γὰρ ἂν πλήξῃ πάλιν,οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου·εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπᾐ,πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχωνὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων.ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης,ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνωντὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ.γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένοςἦν τις νεάζων, οὐδʼ ὅλως ἡττημένος.λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος,ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου,τοὺς τρεῖς ἐνίκα, πρῶτος αἰθέρα φθάνων.πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον·τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.Κωνσταντίνος γʼ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοιςλευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως.ἀφʼ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυτὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων,καὶ πᾶσα τέρψις τοῦ θεάτρου, καὶ τέχνη.χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας.Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει,ἕλκων, μεθέλκων Ῥουσίου τὰς ἡνίας·καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ·τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίουἔχων, ἐνίκα τοὺς ἐναντίους δρόμῳ.ἀλλʼ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν,ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτηςκαὶ πρόσθεν ἐλθεῖν, καὶ λαβεῖν καὶ τὸ στέφος.Στέφος πλέκων ποθʼ, εὗρονἐν τοῖς ῥόδοις Ἔρωτα·καὶ τῶν πτερῶν κατασχὼν,ἐβάπτισ’ εἰς τὸν οἶνον.