ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δʼ ἐλατῆρσι,κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆαςὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνοςεἰς μίαν ἠριγένειαν ἑλὼν, ἤμειψε μὲν ἵππουςἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα,τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας.πολλάκι δʼ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ,τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.ἔγρεο, Κωνσταντῖνε· τί χάλκεον ὕπνον ἰαύεις;σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις,σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆεςεἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοιςκῦδος ἀπʼ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος,εἰσέτι διφρεύων. τὸ δέ οἱ γέρας ἤλυθε πρῶτονἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει.αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθιςἐς δίφρους, νίκης μνωόμενοι προτέρης.παυσάμενον σταδίων βασιλεὺς ἐπʼ ἀγακλέι νίκῃαὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρωνοὐράνιον δήμοισι, φέρων φέρων χάριν οὐ ποθέει γὰρἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας.τοὔνεκα διφρεύοντα τὸ δεύτερον, ὑστατίης τενίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τεῬώμην, τῆς μὲν ἐών, τῇ δʼ ἔνι κῦδος ἑλών.νικᾷ δʼ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεντῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν.τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ,κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλωνἐνθάδʼ Ἀναστάσιον κείμενον οὖδας ἔχει,ὃς τόσσους ἀνεδήσατο πρὶν στεφάνους, ὅσα ἄλλοιἔδρακον ἡνιόχων ἤματα ἱππασίης.ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτουκαλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχεινΠορφύριος, τὸ θαῦμα δήμου Βενέτων.νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην,