εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται,μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης.σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι,μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ·οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη,ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη.εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳεἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας·ᾔδεε γὰρ πᾶς δῆμος ὅσους ἐπὶ κύδεϊ νίκηςαἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους.ὡς δʼ ἔθανεν, ποθέουσα, φίλον τύπον ἄνθετο τοῦδε,ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντεςεἰς ἕνʼ ὁμοφροσύνης ἐξεβόησαν ὅρον,ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος,πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον.Ἀντολίης, δύσιός τε, μεσημβρίης τε, καὶ ἄρκτουσὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους,ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ·τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης.ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε·ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν,οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον,νηρίθμων στεφάνων ἐσμὸν ἑλόντες ἴσον.τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον,γείτονα μὲν γενεῆς, κρέσσονα δʼ ἡνιόχων.δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλʼ ἐπὶ νίκῃπαύσατο, σὺν νίκῃ καὶ πάρος ἀρξάμενος,ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες,στεψάμενοι σταδίοις, εἷσαν ἀγωνοθέτην.σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκηπαιδόθεν ἑσπομένη πᾶσαν ἐφʼ ἡλικίην.πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν,οὐδʼ ἴσον, οὐδʼ ὀλίγον εὕρεο λειπόμενον.ἀλλʼ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας,ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν·ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις.ἔνθεν ἑῶν τόδʼ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι,