νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκηὄμματα καὶ δίφρους φίλατο Πορφυρίου.πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρουςνικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.ἓξ δʼ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαιςεἷλες, Καλλιόπα, νεύματι κοιρανίης,ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη,ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον.σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκαεἴκηλον μορφᾶς, Καλλιόπα, ζαθέας,πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷνίκησας, γεραροὺς δʼ ὢν νέος ἐν σοφίῃ.ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμοςδοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις,καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα.ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρειτοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης·.οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρειἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων.οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖςδύσστομος ἱππείη σοῖς ἀπίθησε γένυς.μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσιδόξαν ἔχεις ἀεθλῶν ἆθλα λιπεῖν ἑτέροις,Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρειεἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους,δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις; εὖτε καὶ αὐτὴδυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις.μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης,οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης.ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάνταἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος.πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων·νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων.δεύτερα δʼ εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρειπρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον.ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,πλῆτο κατηφείης ἱπποσύνης στάδιον,τερπωλὴ δʼ ἀπέλειπε θεήμονας· οὐδʼ ἐν ἀγυιαῖςκείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας.