τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον,σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνωνοἱ καὶ ἀπʼ ἀντιβίων, Πορφύριε, στέφανοι.πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχειςἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης.τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος,εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ.πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι·εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο,ὄγκον ὁμοῦ καὶ κάλλος· ὅπερ Φύσις ὀψὲ τεκοῦσαὤμοσεν ὠδίνειν δεύτερον οὐ δύναμαι.ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γάρπρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.εἰ φθόνος ἠρεμέοι, κρίνειν δʼ ἐθέλοιεν ἀέθλους,πάντες Πορφυρίου μάρτυρές εἰσι πόνωνναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας·βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,εἰς ἓν ἀολλίσσας, τηλίκος ἐξεφάνη.αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει·ἤθελε γὰρ χρυσῷ· ἀλλʼ ἴδεν ἐς Νέμεσιν.εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκηνεὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων,ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸςκαὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης·νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης.ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοιςτὴν φθονερὴν τήκων δυσμενέων κραδίην,οἵ, σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην,μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην.ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δʼ ἐπὶ νίκαιςκρινόμενοι πολιῆς οὐ χατέουσι κόμης,ἀλλʼ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίωνΠορφύριος δώρων δὶς λάχεν ἀγλαΐην,οὐκ ἐτέων δεκάδας, νίκης δʼ ἑκατοντάδας αὐχῶνπολλάς, καὶ πάσας συγγενέας Χαρίτων.Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνηφίλατο μυθεῦνται τοῖα παλαιγενέες.