μήτι δʼ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππουςκρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους.αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷὁ πλάστης, ἔμπνουν οἷα τυπωσάμενος.τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνηςτεύξει, καὶ νίκην οὔποτʼ ἀμειβομένην;εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆαἄνθετο νικητὴν κοίρανος Αὐσονίων,ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον ἀλλʼ ἐπὶ νίκαιςΠορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων;ὦ ξένε, Πορφύριος. τίς πατρίς; ἡ Λιβύη.τίς δέ σε νῦν τίμησεν; ἄναξ, χάριν ἱπποσυνάων.τίς μάρτυς τελέθει; δῆμος τῶν Βενέτων.ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκηςτοσσατίης, πλάστην ἴδμονα, Πορφύριε.ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆοςἔστης, ἀμφοτέρων κύδεα δρεψάμενος.πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται· ἀλλʼ ἐπὶ μούνοιςΠορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης.σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶςἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει,ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸςοὐκ ἐχύθη, ψυχὴν σεῖο τυπωσάμενος.Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆαδῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν ἄνθετο;αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρειεἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης;Πορφυρίῳ μετʼ ἄεθλα γέρας πόρεν ἄξιον ἔργωνκοίρανος, ὁ Πρασίνοις τοῦτο χαριζόμενος.πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζωνᾔνεσε Καλλιόπαν, καὶ πάλι Πορφύριον.διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρωςοὗτος, ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη,ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον,εὖτʼ ἄρʼ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺςἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ,καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης,ἦμαρ δʼ Αὐσονίης ἦλθεν ἐλευθερίης.