πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον,ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον.ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δʼ ἐνὶ χαλκῷτοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος,τὸν Καλχαντιάδην;Πορφύριον ποθέων· αὐτὰρὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκουἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος,κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δʼ ἀέθλωνχάλκεος ἱδρύνθη, πρῶτον ἴουλον ἔχων,εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαιςὄψιμον, ἀλλὰ μόλις, πολλὰ μετὰ στέφεα.Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνηφίλατο· καὶ Νίκη νῦν τάχα Πορφύριον,ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆοςἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος,πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις,οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.τοῦτό σοι ἠϊθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοιςὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε.καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθουςεὕρετο γηραλέων κρέσσονας ἡνιόχων.τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσαςσὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος;ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη,σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης ,οἱ Νίκης παῖδες Πορφύριον Βένετοιἄνθεσαν ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοιςκυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳΠορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας.πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,λάζετο δʼ ἀντιπάλων, καὶ πάλιν ἐστέφετο.ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή,ὃς Βενέτους τέρψει, Κοίρανε, καὶ Πρασίνους.αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύονταἔστησαν Νίκης ἐγγύθι Πορφύριον.δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν· οἱ δʼ ἕτεροί μεδίζοντʼ αὖτις ἔχειν, νεῖκος ἀπειπάμενοι.