Ῥώμη καὶ Βερόη· πάντα φύσις δύναται.κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς·τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις.αἰεὶ δʼ ἐν θαλάμοισι κατευνάζων βασιλῆαπᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην.ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ.φράζεο πῶς μνήμων ἡ πόλις εὐνομίης.μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάωνΠαλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι.τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσηςεἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·νῦν δʼ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνηςτῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον.εἰ δʼ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖςαἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν αἱ δὲ παρʼ αὐτὸνἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνωνἀντολίης πρώτη, καὶ διχθαδίη μετὰ τήνδεκόχλου πορφυρέης, καὶ πάλιν ἀντολίης.ἀνατεθεῖσαν ἐν Βηρυτῷοὐχὶ παρʼ Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί,οὐδὲ παρʼ Ἰλισσῷ μνάμονές εἰσι δίκας·ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν ἈθάναςΣυνέσιον Νίκα καὶ Θέμις ἠγάσατο.Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶκαὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων,καὶ πεδία ζείοντα πολυσπερέων ἈγαρηνῶνΛογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων,ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων,καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην.γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,ἀλλὰ καὶ αἱ πάντων πᾶσαι· τί γὰρ ἀνδρὶ τοσῷδεἀρκέσει εἰς ἑτάρων μυρίον εὐφροσύνην;νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζονʼ ἀέξοιΚαῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι,θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇεἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης.