οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶνἤθελεν ὁ πλάστης Πυθαγόραν τελέσαι,ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴνἔνδον ἀποκρύπτει, καὶ τόδʼ ἔχων ὀπάσαι.αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆςεἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας.ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ,Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος.τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων,τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους.οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων.νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.σεῖο πολυκλήεντα τύπον στῆσαν, ΧαιρωνεῦΠλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστουςῬώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις.ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλονοὐδὲ σὺ γʼ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίουἑπτὰ σοφῶν ἔμπροσθεν· ἐπεὶ κεῖνοι μὲν ἀνάγκηνἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις,ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.φευκτὸν δʼ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲτὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσαμάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη,καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιοἄρκια κἠν τούτοις ἦν τι περισσότερονκοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην,εἶπε· τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτικῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξαςθνητοῖς, καὶ ζωῆς οἶμον ἐλαφροτάτην.εἰς τὰς ἐν τῷ Ἱπποδρόμῳ Κωνσταντινουπόλεωςστήλας τῶν ἀθλητῶν ἐπιγράμματα.Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει,πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις,