δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,ὡς μήτηρ ἐτέλεσσεν ἐφʼ υἱέι, καὶ πόρε τήνδεεἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης·Μεμνόνιον δὲ τοκῆα, κασίγνητόν τε σὺν αὐτῷἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί,Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε·σιγᾷς, οὐ λαλέεις· οὐδὲν ὁμοιότερον.εἰκόνες ἀνθρώποισι φίλον γέρας· ἀλλὰ Μαρίνῳὕβρις, ἐλεγχομένης εἴδεος ἀπρεπίης.[εἰς ἄγαλμα Ἀριστείδου ῥήτοροςνεῖκος Ἀριστείδης Ἰάδωνκατέπαυσε πολήων,τὸ πρὶν Ὁμηρείης εἶχονὑπὲρ γενεῆς.φασὶν γὰρ πᾶσαι “ Σμύρνητέκε θεῖον Ὅμηρον,ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.”εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρʼ αὐτὴνἐρχόμενοι, Ἑρμῇ σπένδετε τῷ λογίῳ.Φύρμος με Φύρμον, πυρφόρος τὸν πυρφόρον,ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα,τὰν ὕελον ἐκόμιζεκόψας ἐργάτας ἀνήρἐς δὲ πῦρ ἔθηκε βῶλον,ὡς σίδηρον εὐσθενῆ·ἁ δʼ ὕελος, οἷα κηρός,ἐξεχεῖτο, παμφάγοισιφλοξὶν ἐκπυρουμένα·θαῦμα δʼ ἦν ἰδεῖν βροτοῖςὁλκὸν ἐκ πυρὸς ῥέοντα,καὶ τὸν ἐργάτην τρέμοντα,μὴ πεσὼν διαρραγῇ.ἐς δὲ διπτύχων ἀκμὰςχηλέων ἔθηκε βῶλον.ἡ γραφὶς ἀργυρέη μὲν ὅτʼ ἐκ πυρὸς ἦλθον ἐτύχθην,σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις.ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνητέχνης, εὖ δʼ εἴδους ἄκρα δέδωκε Κύπρις.