ἐσάχρι γυίων τῶν δὲ βλαυτίων τὸ μὲνὅμως φυλάσσει, θάτερον δʼ ἀπώλεσεν.μελίσδεται δὲ τὰν χέλυν διακρέκωνἤτοι Βάθυλλον, ἢ καλὸν Μεγιστέα.φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον,Λυαῖʼ, Ἀνακρείοντα Τήιον κύκνον,ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι.λοξὸν γὰρ αὐτοῦ βλέμμα, καὶ περὶ σφυροῖςῥιφθεῖσα λώπευς πέζα, καὶ μονοζυγὲςμέθην ἐλέγχει σάνδαλον χέλυς δʼ ὅμωςτὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται.ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτωνπρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις·ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον, ἠδʼ ἀπὸ κώμωντερπνὰ φιλαγρύπνων σήματα παννυχίδων.αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαιτὴν Μυτιληναίαν, ζωγράφε, Πιερίδα.πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι τοῦτο δʼ ἐναργῶςδηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.αὐτομάτως δʼ ὁμαλή τε καὶ οὐ περίεργα † κολῶσασάρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.ἄμμιγα δʼ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπουμοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.Ὀππιανὸς σέλίδεσσιν ἁλίπλοα φῦλα συνάψαςθήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα·οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.Εἰκῶν, τίς σ’ ἄνεθηκε; λόγοι. τίνος εἶ; Πτολεμαίου.ποίου; τοῦ Κρητός. τεῦ χάριν; ἀντʼ ἀρετῆς.τῆς ποδαπῆς; πάσης. τῆς ἐς τίνας; ἐς δικολέκτας.καὶ ξύλον ἀρκεῖ; ναί· χρυσίον οὐ δέχεται.εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι,εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο.ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοιπάντων ῥητήρων εἰσὶν ἀρειότεροι·σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίηνκαὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης.ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,