Κύμη δʼ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν;Οὑδετέρη. Σαλαμὶς δὲ τεὴ πόλις; οὐδʼ ἀπὸ ταύτηςἐξέφυν. ἀλλʼ αὐτὸς λέξον ὅπῃ γέγονας.οὐκ ἐρέω. τίνος ἦρα; Πέπεισμʼ ὅτι τἀτρεκὲς εἰπὼνἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ,οὐρανίης Μούσης δόξαν ἀειράμενος.μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, ἄεισας Ἀχαιῶνστρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει,τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον,τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη,εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω·εἰ δʼ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δʼ ἐπαύσατο μόχθων,εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.τίς ποθʼ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής;τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν;δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγληςἠελίου, Τροίης ὄνομʼ ἔκλυεν, ἔκλυεν Ἄτλαςοὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.διεξιών, Ὅμηρε, τὴν κεκαυμένην,φθονεῖν ἀφῆκας τὰς ἀπορθήτους πόλεις.Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς·οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνοςἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσαςτῶν σέο, καὶ νομίων λησάμενος δονάκων.πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳθάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου,ὡς ὁ γέρων λίχνοισιν ἐπʼ ὄμμασιν ὑγρὰ δεδορκὼςἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν·δισσῶν δʼ ἀρβυλίδων τὰν μὲν μίαν, οἷα μεθυπλήξ,ὤλεσεν· ἐν δʼ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα.μέλπει δʼ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα,αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν.ἀλλὰ πάτερ Διόνυσε, φύλασσέ μιν οὐ γὰρ ἔοικενἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.ἴδʼ ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέωνὑπεσκέλισται, καὶ τὸ λῶπος ἕλκεται