οὗτος, ὁ παμφώνοις χερσὶ λοχευόμενος.Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαιςδῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·οὕνεχʼ ὑπʼ ἀζαλέου θέρεος μέγα κεκμηῶταπαῦσαν, ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.υἱὲ Μέλητος Ὅμημε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃκαὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον,καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας,δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας·ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.τίς ποθʼ ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας,ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην;οὐκ ὄνομʼ εὑρίσκω σαφές, οὐ πόλιν. οὐράνιε Ζεῦ,μή ποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης,κεῖνον, ἐφʼ ὃν πᾶσαι χεῖρʼ ὀρέγουσι πόλεις;ἢ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δʼ ἀθανάτοις ἴσος ἥρωςταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν;οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη,οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαιπέμψαν, ἵνʼ ἡμερίοις δῶρα ποθητὰ φέροι.οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον,οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα,οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίην·ἄλλοι δʼ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβουχρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας,πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσηςοὐ θνατᾶς, ματρὸς δʼ ἔπλεο Καλλιόπας,ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου,Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου,Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.Χῖος ἔφυς; οὔ φημι. τί δαί, Σμυρναῖος; ἀπαυδῶ.