τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις.νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι,νίκας φέρουσαι τῇ φιλοχρήστῳ πόλει.ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν,πρέποντα Νίκαις ἐντυποῦντες σχήματα.Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη,τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη.ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα, καὶ σοφὰ Χαρίτωνδάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων.εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς, ἐνθάδε δʼ ἔστηνᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει,ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους.οὔ τις ἐπʼ Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇἀμφεχύθη Κρονίδης, ὡς τὸ πάρος Δανάῃ·σώματι δʼ οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς,μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων.θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε κοῦροι·Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμονἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς,ἡ δʼ, ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον.Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δέ,ἑσσαμένη χλαῖναν, πρὸς μέλος ἠντίασεν.ἦν δὲ πόθος καὶ δεῖμα παρʼ ὀρχηθμοῖσιν Ἐνυοῦς·ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν.οὔνομʼ ἔχεις;λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς,παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων.αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος,˘ ἀθύρεις,κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη.αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Ληναῖςὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης,καὶ Κάδμου τὰ πάρηβα χορεύματα, καὶ τὸν ἀφʼ ὕληςἄγγελον εὐιακῶν ἰχνελάτην θιάσων,καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴνλυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχαςἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύωνδαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν.Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ