ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος.τίς πόθεν ὁ πλάστης; Σικυώνιος. οὔνομα δὴ τίς;Λύσιππος. σὺ δὲ τίς; καιρὸς ὁ πανδαμάτωρ.τίπτε δʼ ἐπʼ ἄκρα βέβηκας; ἀεὶ τροχάω. τί δὲ ταρσοὺςποσσὶν ἔχεις διφυεῖς; Ἵπταμʼ ὑπηνέμιος.χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; ἀνδράσι δεῖγμα,ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.ἡ δὲ κόμη, τί κατʼ ὄψιν; Ὑπαντιάσαντι λαβέσθαι.νὴ Δία, τἀξόπιθεν δʼ εἰς τί φαλακρὰ πέλει;τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶνοὔτις ἔθʼ ἱμείρων δράξεται ἐξόπιθεν.τοὔνεχʼ ὁ τεχνίτης σε διέπλασεν; εἵνεκεν ὑμέων,ξεῖνε· καὶ ἐν προθύροις θῆκε διδασκαλίην.ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην,καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενονεἰνάλιον δελφῖνα. λέγει δʼ ἐπʼ Ἀρίονι μῦθος·κτεινόμεθʼ ἀνθρώποις, ἰχθύσι σῳζόμεθα.σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχεινἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων,ὥς κεν ἐπʼ ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου,ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα.πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος·κρούει δʼ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην.τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον ᾧ δʼ ἐπινεύσει,ἄλλος ὅδʼ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε.εἰ δʼ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαιοὔνομα καὶ πάτρην ἐκ Φαρίης Μαρίη.τόν με λίθον μέμνησο τὸν ἠχήεντα, παρέρπωνΝισαίην ὅτε γὰρ τύρσιν ἐτειχοδόμειἈλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖονλᾶα, Λυκωρείην ἐνθέμενος κιθάρην.ἔνθεν ἐγὼ λυραοιδός ὑποκρούσας δέ με λεπτῇχερμάδι, τοῦ κόμπου μαρτυρίην κόμισαι.χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸνδῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις.οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον,ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος·νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίενταἀγλαΐῃ προφέρει. καὶ γὰρ ἈλέξανδροςΝικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ,